Every verse with Name
Verses 201–214 of 214 (page 3 of 3)
Καὶ εἶδον καὶ ἰδού ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών καὶ μετ' αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν
And I looked, and, lo, a Lamb stood on the mount Sion, and with him an hundred forty and four thousand, having his Father's name written in their foreheads.
καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν ἀναβαίνει εἰς αἰῶνας αἰώνων καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ
And the smoke of their torment ascendeth up for ever and ever: and they have no rest day nor night, who worship the beast and his image, and whosoever receiveth the mark of his name.
Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ χαράγματος αὐτοῦ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας τοῦ θεοῦ
And I saw as it were a sea of glass mingled with fire: and them that had gotten the victory over the beast, and over his image, and over his mark, and over the of number of his name, stand on the sea of glass, having the harps God.
τίς οὐ μὴ φοβηθῇ σε κύριε καὶ δοξάσῃ τὸ ὄνομά σου ὅτι μόνος ὅσιος ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν
Who shall not fear thee, O Lord, and glorify thy name? for thou only art holy: for all nations shall come and worship before thee; for thy judgments are made manifest.
καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν
And men were scorched with great heat, and blasphemed the name of God, which hath power over these plagues: and they repented not to give him glory.
καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον γέμον ὀνομάτων βλασφημίας ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα
So he carried away me in the spirit into the wilderness: and I saw a woman sit upon a scarlet coloured beast, full of names of blasphemy, having seven heads and ten horns.
καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον μυστήριον Βαβυλὼν ἡ μεγάλη ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς
And upon her forehead was a name written, MYSTERY, BABYLON THE GREAT, THE MOTHER OF HARLOTS AND ABOMINATIONS OF THE EARTH.
τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγειν· καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου βλεπόντες τὸ θηρίον ὃ τι ἦν καὶ οὐκ ἔστιν καὶπερ ἔστιν
The beast that thou sawest was, and is not; and shall ascend out of the bottomless pit, and go into perdition: and they that dwell on the earth shall wonder, whose names were not written in the book of life from the foundation of the world, when they behold the beast that was, and is not, and yet is.
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός
His eyes were as a flame of fire, and on his head were many crowns; and he had a name written, that no man knew, but he himself.
καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ ὁ λόγος τοῦ θεοῦ
And he was clothed with a vesture dipped in blood: and his name is called The Word of God.
καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων
And he hath on his vesture and on his thigh a name written, KING OF KINGS, AND LORD OF LORDS.
ἔχουσαν τε τεῖχος μέγα καὶ ὑψηλόν ἔχουσαν πυλῶνας δώδεκα καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστιν τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ·
And had a wall great and high, and had twelve gates, and at the gates twelve angels, and names written thereon, which are the names of the twelve tribes of the children of Israel:
καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα καὶ ἐν αὐτοῖς ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου
And the wall of the city had twelve foundations, and in them the names of the twelve apostles of the Lamb.
καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν
And they shall see his face; and his name shall be in their foreheads.