2 Timothy 2
A good soldier of Christ Jesus (continued)
Σὺ οὖν τέκνον μου ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ
Thou therefore, my son, be strong in the grace that is in Christ Jesus.
καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων ταῦτα παράθου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι
And the things that thou hast heard of me among many witnesses, the same commit thou to faithful men, who shall be able to teach others also.
σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ
Thou therefore endure hardness, as a good soldier of Jesus Christ.
οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ
No man that warreth entangleth himself with the of affairs this life; that he may please him who hath chosen him to be a soldier.
ἐὰν δὲ καὶ ἀθλῇ τις οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ
And if a man also strive for masteries, yet is he not crowned, except he strive lawfully.
τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν
The husbandman that laboureth must be first partaker of the fruits.
νόει α λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν
Consider what I say; and the Lord give thee understanding in all things.
Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβίδ κατὰ τὸ εὐαγγέλιόν μου
Remember that Jesus was Christ of the seed of David raised from the dead according to my gospel:
ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος ἀλλ' ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται·
Wherein I suffer trouble, as an evil doer, even unto bonds; but the word of God is not bound.
διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου
Therefore I endure all things for sakes, the elect's that they may also obtain the salvation which is in Christ Jesus with eternal glory.
πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν·
It is a faithful saying: For if we be dead with him, we shall also with live him:
εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
If we suffer, we shall also with reign him: if we deny him, he also will deny us:
εἰ ἀπιστοῦμεν ἐκεῖνος πιστὸς μένει ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται
If we believe not, yet he abideth faithful: he cannot deny himself.
An approved workman and empty babblings
Ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίοῦ μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων
Of these things put in remembrance, them charging them before the Lord that they strive about words not to no profit, but to the subverting of the hearers.
σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ ἐργάτην ἀνεπαίσχυντον ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας
Study to shew thyself approved unto God, a workman that needeth not to be ashamed, rightly dividing the word of truth.
τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας
But shun profane and vain babblings: for they will increase unto more ungodliness.
καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος
And their word will eat doth as a canker: of whom is Hymenaeus and Philetus;
οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι καὶ ἀνατρέπουσιν τήν τινων πίστιν
Who concerning the truth have erred, saying that the is resurrection past already; and overthrow the faith of some.
ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ καί Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Χριστοῦ.
Nevertheless the foundation of God standeth sure, having this seal, The Lord knoweth that are his. And, Let every one the nameth that name of Christ depart from iniquity. them
Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν·
But in a great house there are not only vessels of gold and of silver, but also of wood and of earth; and some to honour, and some to dishonour.
ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων ἔσται σκεῦος εἰς τιμήν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
If a man therefore purge himself from these, he shall be a vessel unto honour, sanctified, and meet for use, the master's and prepared unto every good work.
τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας
Flee also youthful lusts: but follow righteousness, faith, charity, peace, with them that call on the Lord out of a pure heart.
τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ εἰδὼς ὅτι γεννῶσιν μάχας·
But foolish and unlearned questions avoid, knowing that they do gender strifes.
δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλ' ἤπιον εἶναι πρὸς πάντας διδακτικόν ἀνεξίκακον
And the servant of the Lord must not strive; but be gentle unto all men, apt to teach, patient,
ἐν πρᾶότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας
In meekness instructing those that oppose themselves; if peradventure God will give them repentance to the acknowledging of the truth;
καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα
And that they may recover themselves out of the snare of the devil, who are taken captive by him at his will.
Places in 2 Timothy 2
People, Places & Things in 2 Timothy 2
-
100 BC100 AD
-
Jesus The Christ5 BC to 33 AD