Galatians 5
Stand fast in freedom, not circumcision (continued)
τῇ ἐλευθερίᾳ οὖν ᾖ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν· στήκετε καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε
Stand fast therefore in the liberty wherewith Christ hath made free, us and be not entangled again with the yoke of bondage.
Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει
Behold, I Paul say unto you, that if ye be circumcised, Christ shall profit you nothing.
μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι
For I testify again to every man that is circumcised, that he is a debtor to do the whole law.
κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε
Christ is become no effect unto you, of whosoever of you are justified by the law; ye are fallen from grace.
ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα
For we through the Spirit wait for the hope of righteousness by faith.
ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη
For in Jesus Christ neither circumcision availeth any thing, nor uncircumcision; but faith which worketh by love.
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἀνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι
Ye did run well; who did hinder you that ye should not obey the truth?
ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἂν ᾖ
I have confidence in you through the Lord, that ye will be none otherwise minded: but he that troubleth you shall bear his judgment, whosoever he be.
ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ
And I, brethren, if I yet preach circumcision, why do I yet suffer persecution? then is the of offence the cross ceased.
Freedom used in love, not for the flesh
Ὑμεῖς γὰρ ἐπ' ἐλευθερίᾳ ἐκλήθητε ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις
For, brethren, ye have been called unto liberty; only use not liberty for an occasion to the flesh, but by love serve one another.
ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς εαυτόν
For all the law is fulfilled in one word, even in this; Thou shalt love thy neighbour as thyself.
εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπό ἀλλήλων ἀναλωθῆτε
But if ye bite and devour one another, take heed that ye be not consumed one of another.
The works of the flesh and the fruit of the Spirit
Λέγω δέ πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε
This I say then, Walk in the Spirit, and ye shall not fulfil the lust of the flesh.
ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός ταῦτα δὲ ἀντίκειται ἀλλήλοις ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε
For the flesh lusteth against the Spirit, and the Spirit against the flesh: and these are contrary the one to the other: so that ye cannot do the things that ye would.
εἰ δὲ πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον
But if ye be led of the Spirit, ye are not under the law.
φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν μοιχεία πορνεία ἀκαθαρσία ἀσέλγεια
Now the works of the flesh are manifest, which are these; Adultery, fornication, uncleanness, lasciviousness,
εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοί ἐριθείαι διχοστασίαι αἱρέσεις
Idolatry, witchcraft, hatred, variance, emulations, wrath, strife, seditions, heresies,
φθόνοι φόνοι μέθαι κῶμοι καὶ τὰ ὅμοια τούτοις ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν
Envyings, murders, drunkenness, revellings, and such like: of the which I tell before, you as I have also in time past, told you that they which do such things shall not inherit the kingdom of God.
Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις
But the fruit of the Spirit is love, joy, peace, longsuffering, gentleness, goodness, faith,
πρᾳότης ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος
Meekness, temperance: against such there is no law.
οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις
And they that are Christ's have crucified the flesh with the affections and lusts.
εἰ ζῶμεν πνεύματι πνεύματι καὶ στοιχῶμεν
If we live in the Spirit, let us also walk in the Spirit.
μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονοῦντες
Let us not be desirous of vain glory, provoking one another, envying one another.