1 Corinthians 12
Spiritual gifts and the one Spirit
Περὶ δὲ τῶν πνευματικῶν ἀδελφοί οὐ θέλω ὑμᾶς ἀγνοεῖν
Now concerning spiritual gifts, brethren, I would have not you ignorant.
Οἴδατε ὅτι ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι
Ye know that ye were Gentiles, carried away unto these dumb idols, even as ye were led.
διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ
Wherefore I give you to understand, that no man speaking by the Spirit of God calleth Jesus accursed: and that no man can say that Jesus is the Lord, but by the Holy Ghost.
Διαιρέσεις δὲ χαρισμάτων εἰσίν τὸ δὲ αὐτὸ πνεῦμα·
Now there are diversities of gifts, but the same Spirit.
καὶ διαιρέσεις διακονιῶν εἰσιν καὶ ὁ αὐτὸς κύριος·
And there are differences of administrations, but the same Lord.
καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν ὁ δὲ αὐτός ἐστιν θεός ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν
And there are diversities of operations, but it is the same God which worketh all in all.
ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον
But the manifestation of the Spirit is given to every man to profit withal.
ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα
For to one is given by the Spirit the word of wisdom; to another the word of knowledge by the same Spirit;
ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι
To another faith by the same Spirit; to another the gifts of healing by the same Spirit;
ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ διακρίσεις πνευμάτων ἑτέρῳ δὲ γένη γλωσσῶν ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
To another the working of miracles; to another prophecy; to another discerning of spirits; to another divers kinds of tongues; to another the interpretation of tongues:
πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται
But all these worketh that one and the selfsame Spirit, dividing to every man severally as he will.
One body with many members
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ἔχει πολλὰ πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός πολλὰ ὄντα ἕν ἐστιν σῶμα οὕτως καὶ ὁ Χριστός·
For as the body is one, and hath many members, and all the members of that one body, being many, are one body: so also is Christ.
καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι καὶ πάντες εἰς ἓν πνεῦμα ἐποτίσθημεν
For by one Spirit are we all baptized into one body, whether we be Jews or Gentiles, whether we be bond or free; and have been all made to drink into one Spirit.
ἐὰν εἴπῃ ὁ πούς Ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος
If the foot shall say, Because I am not the hand, I am not of the body; is it therefore not of the body?
καὶ ἐὰν εἴπῃ τὸ οὖς Ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·
And if the ear shall say, Because I am not the eye, I am not of the body; is it therefore not of the body?
εἰ ὅλον τὸ σῶμα ὀφθαλμός ποῦ ἡ ἀκοή εἰ ὅλον ἀκοή ποῦ ἡ ὄσφρησις
If the whole body were an eye, where were the hearing? If the whole were hearing, where were the smelling?
νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν
But now hath God set the members every one of them in the body, as it hath pleased him.
οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί Χρείαν σου οὐκ ἔχω ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν Χρείαν ὑμῶν οὐκ ἔχω·
And the eye cannot say unto the hand, I have no need of thee: nor again the head to the feet, I have no need of you.
ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν
Nay, much more those members of the body, which seem to be more feeble, are necessary:
καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει
And those members of the body, which we think to be less honourable, upon these we bestow more abundant honour; and our uncomely parts have more abundant comeliness.
τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει ἀλλ' ὁ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν
For our comely parts have no need: but God hath tempered together, the body having given more abundant honour to that which part lacked:
ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη
That there should be no schism in the body; but that the members should have the same care one for another.
καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάντα τὰ μέλη
And whether one member suffer, all the members with it; suffer or one member be honoured, all the members with it. rejoice
Apostles, prophets, and teachers in the church
Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους
Now ye are the body of Christ, and members in particular.
καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις εἶτα χαρίσματα ἰαμάτων ἀντιλήψεις κυβερνήσεις γένη γλωσσῶν
And God hath set some in the church, first apostles, secondarily prophets, thirdly teachers, after that miracles, then gifts of healings, helps, governments, diversities of tongues.
μὴ πάντες ἀπόστολοι μὴ πάντες προφῆται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις
Are all apostles? are all prophets? are all teachers? are all workers of miracles?
μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλοῦσιν μὴ πάντες διερμηνεύουσιν
Have all the gifts of healing? do all speak with tongues? do all interpret?
ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι
But covet earnestly the best gifts: and yet shew I unto you a more excellent way.
Places in 1 Corinthians 12
People, Places & Things in 1 Corinthians 12
-
100 BC100 AD
-
Jesus The Christ5 BC to 33 AD