Acts 24

Tertullus accuses Paul before Felix (continued)

Μετὰ δὲ πέντε ἡμέρας κατέβη ἀρχιερεὺς Ἁνανίας μετὰ τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου
1
And after five days Ananias the high priest descended with the elders, and with a certain orator named Tertullus, who informed the governor against Paul.
κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν Τέρτυλλος λέγων Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
2
And when he was called forth, Tertullus began to accuse him, saying, Seeing that by thee we enjoy great quietness, and that very worthy deeds are done unto this nation by thy providence,
πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα κράτιστε Φῆλιξ μετὰ πάσης εὐχαριστίας
3
We accept it always, and in all places, most noble Felix, with all thankfulness.
ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ
4
Notwithstanding, that I be not further tedious unto thee, I pray thee that thou wouldest hear us of thy clemency a few words.
εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσιν πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως
5
For we have found this man a pestilent fellow, and a mover of sedition among all the Jews throughout the world, and a ringleader of the of sect the Nazarenes:
ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι ὃν καὶ ἐκρατήσαμεν καὶ κατά τόν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν
6
Who also hath gone about to profane the temple: whom we took, and would have judged according to our law.
παρελθὼν δὲ Λυσίας χιλιαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγεν
7
But the chief captain Lysias came upon us, and with great violence took away him out of our hands,
κελεύσας τούς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπί σέ παρ' οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ
8
Commanding his accusers to come unto thee: by examining of whom thyself mayest take knowledge of all these things, whereof we accuse him.
συνέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν
9
And the Jews also assented, saying that these things were so.

Paul's defense before Felix

Ἀπεκρίθη δέ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμοτερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι
10
Then after that Paul, the governor had beckoned unto him to speak, answered, Forasmuch as I know that thou hast been of many years a judge unto this nation, I do the more cheerfully for answer myself:
δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δεκαδύο ἀφ' ἡς ἀνέβην προσκυνήσων ἐν Ἰερουσαλήμ
11
Because that thou mayest understand, that there are yet but twelve days since I went up to Jerusalem for to worship.
καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἐπισύστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν
12
And they neither found me in the temple disputing with any man, neither raising up the people, neither in the synagogues, nor in the city:
οὔτε παραστῆσαι με δύνανταί περὶ ὧν νῦν κατηγοροῦσίν μου
13
Neither can they prove the things whereof they now accuse me.
ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ πιστεύων πάσιν τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις
14
But this I confess unto thee, that after the way which they call heresy, so worship I the God of my fathers, believing all things which are written in the law and in the prophets:
ἐλπίδα ἔχων εἰς τὸν θεόν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν δικαίων τε καὶ ἀδίκων
15
And have hope toward God, which they themselves also allow, that there shall be a resurrection of the dead, both of the just and unjust.
ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διαπαντός
16
And herein do I exercise myself, to have always a conscience void of offence toward God, and toward men.
δι' ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς
17
Now after many years I came to bring alms to my nation, and offerings.
ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου τινές δέ ἀπό τῆς Ἀσίας Ἰουδαῖοί
18
Whereupon certain Jews from Asia found me purified in the temple, neither with multitude, nor with tumult.
οὓς δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς μέ
19
Who ought to have been here before thee, and object, if they had ought against me.
αὐτοὶ οὗτοι εἰπάτωσαν εἴ τί εὗρον ἐν ἐμοὶ ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου
20
Or else let these same here say, if they have found any evil doing in me, while I stood before the council,
περὶ μιᾶς ταύτης φωνῆς ἧς ἔκραξα ἑστὼς ἐν αὐτοῖς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ' ὑμῶν
21
Except it be for this one voice, that I cried standing among them, Touching the resurrection of the dead I am called in question by you this day.

Felix defers judgment and keeps Paul in custody two years

Ἀκούσας δὲ ταῦτα Φῆλιξ Ἀνεβάλετο αὐτοὺς ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ εἴπων Ὅταν Λυσίας χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθ' ὑμᾶς·
22
And when Felix heard these things, having more perfect knowledge of that way, he deferred them, and said, When Lysias the chief captain shall come down, I will know the uttermost of your matter.
διαταξάμενος τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν προσέρχεσθαι αὐτῷ
23
And he commanded a centurion to keep Paul, and to let him have liberty, and that he should forbid none of his acquaintance to minister or come unto him.
Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ αὐτοῦ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν πίστεως
24
And after certain days, when Felix came with his wife Drusilla, which was a Jewess, he sent for Paul, and heard him concerning the faith in Christ.
διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι ἔμφοβος γενόμενος Φῆλιξ ἀπεκρίθη Τὸ νῦν ἔχον πορεύου καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε
25
And as he reasoned of righteousness, temperance, and judgment to come, Felix trembled, and answered, Go thy way for this time; when I have a convenient season, I will call for thee.
ἅμα δὲ καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου· ὅπως λύσῃ αὐτὸν διὸ καὶ πυκνότερον αὐτὸν· μεταπεμπόμενος ὡμίλει αὐτῷ
26
He hoped also that money should have been given him of Paul, that he might loose him: wherefore he sent for him the oftener, and communed with him.
Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον Φῆλιξ Πόρκιον Φῆστον θέλων τε χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον
27
But after two years Porcius Festus came into Felix' room: and Felix, willing to shew the Jews a pleasure, left Paul bound.

Places in Acts 24

People, Places & Things in Acts 24