Matthew 9
Jesus heals a paralysed man
Καὶ ἐμβὰς εἰς τὸ πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν
And he entered into a ship, and passed over, and came into his own city.
καὶ ἰδού προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ Θάρσει τέκνον ἀφέωνταί σοί αἱ ἁμαρτίαι σου
And, behold, they brought to him a man sick of the palsy, lying on a bed: and Jesus seeing their faith said unto the sick of the palsy; Son, be of good cheer; thy sins be forgiven thee.
καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς Οὗτος βλασφημεῖ
And, behold, certain of the scribes said within themselves, This man blasphemeth.
καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν
And Jesus knowing their thoughts said, Wherefore think ye evil in your hearts?
τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι ἢ εἰπεῖν Ἔγειραι καὶ περιπάτει
For whether is easier, to say, Thy sins be forgiven thee; or to say, Arise, and walk?
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου
But that ye may know that the Son of man hath power on earth to forgive sins, (then saith he to the sick of the palsy,) Arise, take up thy bed, and go unto thine house.
ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις
But when the multitudes saw it, they marvelled, and glorified God, which had given such power unto men.
The calling of Matthew
Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον Ματθαῖον λεγόμενον καὶ λέγει αὐτῷ Ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ
And as passed Jesus forth from thence, he saw a man, named Matthew, sitting at the receipt of custom: and he saith unto him, Follow me. And he arose, and followed him.
Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ καὶ ἰδού πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ
And it came to pass, as Jesus at meat sat in the house, behold, many publicans and sinners came and sat down with him and his disciples.
καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν
And when the Pharisees saw it, they said unto his disciples, Why eateth your Master with publicans and sinners?
ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες
But when Jesus heard that, he said unto them, They that be whole need not a physician, but they that are sick.
πορευθέντες δὲ μάθετε τί ἐστιν Ἔλεον θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν
But go ye and learn what that meaneth, I will have mercy, and not sacrifice: for I am not come to call the righteous, but sinners to repentance.
The question about fasting
Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες Διατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν
Then came to him the disciples of John, saying, Why do we and the Pharisees fast oft, but thy disciples fast not?
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ' ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν
And Jesus said unto them, Can the children of the bridechamber mourn, as long as the bridegroom is with them? but the days will come, when the bridegroom shall be taken from them, and then shall they fast.
οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου καὶ χεῖρον σχίσμα γίνεται
No man putteth a piece of new cloth unto an old garment, for that which is put in to fill up it taketh from the garment, and the rent is made worse.
οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε ῥήγνυνται οἱ ἀσκοί καὶ ὁ οἰνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς καὶ ἀμφότερα συντηροῦνται
Neither do men put new wine into old bottles: else the bottles break, and the wine runneth out, and the bottles perish: but they put new wine into new bottles, and both are preserved.
The ruler's daughter and the woman with an issue of blood
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδού ἄρχων εἷς ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτήν καὶ ζήσεται
While he spake these things unto them, behold, there came a certain ruler, and worshipped him, saying, My daughter even now is dead: but come and lay thy hand upon her, and she shall live.
καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ
And Jesus arose, and followed him, and so did his disciples.
Καὶ ἰδού γυνὴ αἱμοῤῥοοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·
And, behold, a woman, which was diseased with an issue of blood twelve years, came behind him, and touched the hem of his garment:
ἔλεγεν γὰρ ἐν ἑαυτῇ Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι
For she said within herself, If I may but touch his garment, I shall be whole.
ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν Θάρσει θύγατερ· ἡ πίστις σου σέσωκέν σε καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης
But Jesus turned him about, and when he saw her, he said, Daughter, be of good comfort; thy faith hath made thee whole. And the woman was made whole from that hour.
Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
And when Jesus came into the ruler's house, and saw the minstrels and the people making a noise,
λέγει αὐτοῖς Ἀναχωρεῖτε οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει καὶ κατεγέλων αὐτοῦ
He said unto them, Give place: for the maid is not dead, but sleepeth. And they laughed to scorn. him
ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς καὶ ἠγέρθη τὸ κοράσιον
But when the people were put forth, he went in, and took her by the hand, and the maid arose.
καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην
And the fame hereof went abroad into all that land.
Two blind men healed
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες Ἐλέησον ἡμᾶς υἱὲ Δαβίδ
And when Jesus departed thence, two blind men followed him, crying, and saying, Thou Son of David, have mercy on us.
ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι λέγουσιν αὐτῷ Ναί κύριε
And when he was come into the house, the blind men came to him: and Jesus saith unto them, Believe ye that I am able to do this? They said unto him, Yea, Lord.
τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν
Then touched he their eyes, saying, According to your faith be it unto you.
καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί καὶ ἐνεβριμησατο αὐτοῖς ὁ Ἰησοῦς λέγων Ὁρᾶτε μηδεὶς γινωσκέτω
And their eyes were opened; and Jesus straitly charged them, saying, See that no man know it.
οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ
But they, when they were departed, spread abroad fame his in all that country.
The mute man freed from a demon
Αὐτῶν δὲ ἐξερχομένων ἰδού προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον
As they went out, behold, they brought to him a dumb man possessed with a devil.
καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ
And when the was out, devil cast the dumb spake: and the multitudes marvelled, saying, It was never so seen in Israel.
οἱ δὲ Φαρισαῖοι ἔλεγον Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
But the Pharisees said, He casteth out devils through the prince of the devils.
The harvest is plenteous but the labourers are few
Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ
And Jesus went about all the cities and villages, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing every sickness and every disease among the people.
Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα
But when he saw the multitudes, he was moved with compassion on them, because they fainted, were and scattered abroad, as sheep having no shepherd.
τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ Ὁ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι·
Then saith he unto his disciples, The harvest truly is plenteous, but the labourers are few;
δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ
Pray ye therefore the Lord of the harvest, that he will send forth labourers into his harvest.
Places in Matthew 9
People, Places & Things in Matthew 9
-
100 BC100 AD
-
Jesus The Christ5 BC to 33 AD
-
-