Acts 13
Barnabas and Saul sent out from Antioch
Ἦσαν δὲ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ καὶ Λούκιος ὁ Κυρηναῖος Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος
Now there were in the church that was at Antioch certain prophets and teachers; as Barnabas, and Simeon that was called Niger, and Lucius of Cyrene, and Manaen, which had been brought up with Herod the tetrarch, and Saul.
λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον Ἀφορίσατε δή μοι τὸν τε Βαρναβᾶν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς
As they ministered to the Lord, and fasted, the Holy Ghost said, Separate me Barnabas and Saul for the work whereunto I have called them.
τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν
And when they had fasted and prayed, and laid their hands on them, they sent away. them
Paul and Barnabas in Cyprus and Elymas the sorcerer
Οὗτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον
So they, being sent forth by the Holy Ghost, departed unto Seleucia; and from thence they sailed to Cyprus.
καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην
And when they were at Salamis, they preached the word of God in the synagogues of the Jews: and they had also John to their minister.
διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρον τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς
And when they had gone through the isle unto Paphos, they found a certain sorcerer, a false prophet, a Jew, whose name was Bar-jesus:
ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ ἀνδρὶ συνετῷ οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ·
Which was with the deputy of the country, Sergius Paulus, a prudent man; who called for Barnabas and Saul, and desired to hear the word of God.
ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως
But Elymas the sorcerer (for so is his by name interpretation) withstood them, seeking to turn away the deputy from the faith.
Σαῦλος δέ ὁ καὶ Παῦλος πλησθεὶς πνεύματος ἁγίου καὶ ἀτενίσας εἰς αὐτὸν
Then Saul, (who also is called Paul,) filled with the Holy Ghost, set his eyes on him,
εἶπεν Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας υἱὲ διαβόλου ἐχθρὲ πάσης δικαιοσύνης οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας
And said, O full of all subtilty and all mischief, thou child of the devil, thou enemy of all righteousness, wilt thou not cease to pervert the right ways of the Lord?
καὶ νῦν ἰδού χεὶρ τοῦ κυρίου ἐπὶ σέ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ παραχρῆμά δὲ ἐπέπεσεν ἐπ' αὐτὸν ἀχλὺς καὶ σκότος καὶ περιάγων ἐζήτει χειραγωγούς
And now, behold, the hand of the Lord is upon thee, and thou shalt be blind, not seeing the sun for a season. And immediately there fell on him a mist and a darkness; and he went about seeking some to lead him by the hand.
τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου
Then the deputy, when he saw what was done, believed, being astonished at the doctrine of the Lord.
Paul's sermon in the synagogue at Antioch in Pisidia
Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ' αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα
Now when Paul and his company loosed from Paphos, they came to Perga in Pamphylia: and John departing from them returned to Jerusalem.
αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν
But when they departed from Perga, they came to Antioch in Pisidia, and went into the synagogue on the sabbath day, and sat down.
μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες Ἄνδρες ἀδελφοί εἴ ἐστιν λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν λέγετε
And after the reading of the law and the prophets the rulers the of synagogue sent unto them, saying, Ye men and brethren, if ye have any word of exhortation for the people, say on.
ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν ἀκούσατε
Then Paul stood up, and beckoning with his hand said, Men of Israel, and ye that fear God, give audience.
ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς
The God of this people of Israel chose our fathers, and exalted the people when they dwelt as strangers in the land of Egypt, and with an high arm brought he them out of it.
καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ
And about the time of forty years suffered he manners their in the wilderness.
καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληροδότησεν αὐτοίς τὴν γῆν αὐτῶν
And when he had destroyed seven nations in the land of Chanaan, he divided by lot. their land to them
καὶ μετὰ ταῦτα ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου
And after that he gave unto them judges about the space of four hundred and fifty years, until Samuel the prophet.
κἀκεῖθεν ᾐτήσαντο βασιλέα καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς ἄνδρα ἐκ φυλῆς Βενιαμίν ἔτη τεσσαράκοντα
And afterward they desired a king: and God gave unto them Saul the son of Cis, a man of the tribe of Benjamin, by the space of forty years.
καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαβὶδ εἰς βασιλέα ᾧ καὶ εἶπεν μαρτυρήσας Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαί ἄνδρα κατὰ τὴν καρδίαν μου ὃς ποιήσει πάντα τὰ θελήματά μου
And when he had removed him, he raised up unto them David to be their king; to whom also he gave testimony, and said, I have found David the son of Jesse, a man after mine own heart, which shall fulfil all my will.
τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγειρεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν
Of this man's seed hath God according to his promise raised unto Israel a Saviour, Jesus:
προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ
When John had first preached before his coming the baptism of repentance to all the people of Israel.
ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον ἔλεγεν Τίνα με ὑπονοεῖτε εἶναι οὐκ εἰμὶ ἐγώ· ἀλλ' ἰδού ἔρχεται μετ' ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι
And as John fulfilled his course, he said, Whom think ye that I am? I am not he. But, behold, there cometh one after me, whose shoes of his feet I am not worthy to loose.
Ἄνδρες ἀδελφοί υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη
Men and brethren, children of the stock of Abraham, and whosoever among you feareth God, to you is the word of this salvation sent.
οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν
For they that dwell at Jerusalem, and their rulers, because they knew not, him nor yet the voices of the prophets which are read every sabbath day, they have fulfilled them in condemning him.
καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν
And though they found no cause of death in him, yet desired they Pilate that he should be slain.
ὡς δὲ ἐτέλεσαν ἅπαντα τὰ περὶ αὐτοῦ γεγραμμένα καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον
And when they had fulfilled all that was written of him, they took down him from the tree, and laid him in a sepulchre.
ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ οἵτινες εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν
And he was seen many days of them which came up with him from Galilee to Jerusalem, who are his witnesses unto the people.
καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην
And we declare unto you glad tidings, how that the promise which was made unto the fathers,
ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις αὐτῶν ἡμῖν ἀναστήσας Ἰησοῦν ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται Υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε
God hath fulfilled the same unto us their children, in that he hath raised up again; Jesus as it is also written in the second psalm, Thou art my Son, this day have I begotten thee.
ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά
And as concerning that he raised up him from the dead, now no more to return to corruption, he said on this wise, I will give you the sure mercies of David.
διό καὶ ἐν ἑτέρῳ λέγει Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν
Wherefore he saith also in another psalm, Thou shalt not suffer thine Holy One to see corruption.
Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν·
For David, after he had served his own generation by the will of God, fell on sleep, and was laid unto his fathers, and saw corruption:
γνωστὸν οὖν ἔστω ὑμῖν ἄνδρες ἀδελφοί ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται
Be it known unto you therefore, men and brethren, that through this man is preached unto you the forgiveness of sins:
καί ἀπό πάντων ὤν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωσέως δικαιωθῆναι ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται
And by him all that believe are justified from all things, from which ye could not be justified by the law of Moses.
βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις
Beware therefore, lest that come upon you, which is spoken of in the prophets;
Ἴδετε οἱ καταφρονηταί καὶ θαυμάσατε καὶ ἀφανίσθητε ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὣ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν
Behold, ye despisers, and wonder, and perish: for I work a work in your days, a work which ye shall in no wise believe, though a man declare it unto you.
Paul and Barnabas turn to the Gentiles and are expelled
Ἐξιόντων δὲ ἐκ τὴς συναγωγῆς τῶν Ἰουδαίων παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα
And when the were Jews gone out of the synagogue, the Gentiles besought that these words might be preached to them the next sabbath.
λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ θεοῦ
Now when the was up, congregation broken many of the Jews and religious proselytes followed Paul and Barnabas: who, speaking to them, persuaded them to continue in the grace of God.
Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ
And the next sabbath day came almost the whole city together to hear the word of God.
ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες
But when the Jews saw the multitudes, they were filled with envy, and spake against those things which were spoken by Paul, contradicting and blaspheming.
παῤῥησιασάμενοί δὲ ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπον Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς ἰδού στρεφόμεθα εἰς τὰ ἔθνη
Then Paul and Barnabas waxed bold, and said, It was necessary that the word of God should first have been spoken to you: but seeing ye put from you, it and judge yourselves unworthy of everlasting life, lo, we turn to the Gentiles.
οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς
For so hath the Lord commanded us, saying, I have set thee to be a light of the Gentiles, that thou shouldest be for salvation unto the ends of the earth.
ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
And when the this, Gentiles heard they were glad, and glorified the word of the Lord: and as many as were ordained to eternal life believed.
διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι' ὅλης τῆς χώρας
And the word of the Lord was published throughout all the region.
οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρναβᾶν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν
the But the Jews stirred up devout and the honourable women, and the chief men of city, and raised persecution against Paul and Barnabas, and expelled them out of their coasts.
οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ' αὐτοὺς ἦλθον εἰς Ἰκόνιον
But they shook off the dust of their feet against them, and came unto Iconium.
οἵ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου
And the disciples were filled with joy, and with the Holy Ghost.
Places in Acts 13
People, Places & Things in Acts 13
-
2500 BC3100 AD
-
2166 BC to 1991 BC
-
Jesus The Christ5 BC to 33 AD
-
Paul The Apostle
-
Simeon Called Niger
-
-
-
-
Barnabas Joses Surnamed Barnabas20 AD to 60 AD
-
-
-
-
-
-
-
-
-
-
-