Every verse with Jesus
Verses 801–900 of 1207 (page 9 of 13)
μεμέρισται ὁ Χριστός μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε
Christ Is divided? was Paul crucified for you? or were ye baptized in the name of Paul?
οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι οὐκ ἐν σοφίᾳ λόγου ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ
For Christ sent me not to baptize, but to preach the gospel: not with wisdom of words, lest the cross of should be made of none Christ effect.
ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον Ἰουδαίοις μὲν σκάνδαλον Ἕλλησιν δὲ μωρίαν
But we preach Christ crucified, unto the Jews a stumblingblock, and unto the Greeks foolishness;
αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησιν Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν·
But unto them which are called, both Jews and Greeks, Christ the power of God, and the wisdom of God.
ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις
But of him are ye in Christ Jesus, who of God is made unto us wisdom, and righteousness, and sanctification, and redemption:
οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον
For I determined not to know any thing among you, save Jesus Christ, and him crucified.
τίς γὰρ ἔγνω νοῦν κυρίου ὃς συμβιβάσει αὐτόν ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν
For who hath known the mind of the Lord, that he may instruct him? But we have the mind of Christ.
Καὶ ἐγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκικοῖς ὡς νηπίοις ἐν Χριστῷ
And I, brethren, could not speak unto you as unto spiritual, but as unto carnal, even as unto babes in Christ.
θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός
For other foundation can no man lay than that is laid, which is Jesus Christ.
Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ
Let a man so account of us, as of the ministers of Christ, and stewards of the mysteries of God.
ἡμεῖς μωροὶ διὰ Χριστόν ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι ἡμεῖς δὲ ἄτιμοι
We are fools for Christ's sake, but ye are wise in Christ; we are weak, but ye are strong; ye are honourable, but we are despised.
ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα
For though ye have ten thousand instructors in Christ, yet have ye not many fathers: for in Christ Jesus I have begotten you through the gospel.
διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον ὅς ἐστίν τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω
For this cause have I sent unto you Timotheus, who is my beloved son, and faithful in the Lord, who shall bring you into remembrance of my ways which be in Christ, as I teach every where in every church.
ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
In the name of our Lord Jesus Christ, when ye are gathered together, and my spirit, with the power of our Lord Jesus Christ,
παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ
To deliver such an one unto Satan for the destruction of the flesh, that the spirit may be saved in the day of the Lord Jesus.
ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην ἵνα ἦτε νέον φύραμα καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός
Purge out therefore the old leaven, that ye may be a new lump, as ye are unleavened. For even Christ our passover is sacrificed for us:
καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν
And such were some of you: but ye are washed, but ye are sanctified, but ye are justified in the name of the Lord Jesus, and by the Spirit of our God.
οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο
Know ye not that your bodies are the members of Christ? shall I then take the members of Christ, and make them the members of an harlot? God forbid.
ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν ὁμοίως καί ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ
For he that is called in the Lord, being a servant, is the Lord's freeman: likewise also he that is called, being free, is Christ's servant.
ἀλλ' ἡμῖν εἷς θεὸς ὁ πατήρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν καὶ εἷς κύριος Ἰησοῦς Χριστός δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ
But to us there is but one God, the Father, of whom are all things, and we in him; and one Lord Jesus Christ, by whom are all things, and we by him.
καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει δι' ὃν Χριστὸς ἀπέθανεν
And through thy knowledge shall the weak brother perish, for whom Christ died?
οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε
But when ye sin so against the brethren, and wound their weak conscience, ye sin against Christ.
Οὐκ εἰμὶ ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος οὐχὶ Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἑώρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ
Am I not an apostle? am I not free? have I not seen Jesus Christ our Lord? are not ye my work in the Lord?
εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν οὐ μᾶλλον ἡμεῖς Ἀλλ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ ἀλλὰ πάντα στέγομεν ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ
If others be partakers of this power over you, are not we rather? Nevertheless we have not used this power; but suffer all things, lest we should hinder the gospel of Christ.
τίς οὖν μοί ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ
What is my reward then? Verily that, when I preach the gospel, I may make the gospel of without Christ charge, that I abuse not my power in the gospel.
τοῖς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεῷ ἀλλ' ἔννομος Χριστῷ ἵνα κερδήσω ἀνόμους·
To them that are without law, as without law, (being not without law to God, but under the law to Christ,) that I might gain them that are without law.
καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας ἡ δὲ πέτρα ἦν ὁ Χριστός
And did all drink the same spiritual drink: for they drank of that spiritual Rock that followed them: and that Rock was Christ.
μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν καθὼς καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο
Neither let us tempt Christ, as some of them also tempted, and were destroyed of serpents.
τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν τὸν ἄρτον ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν
The cup of blessing which we bless, is it not the communion of the blood of Christ? The bread which we break, is it not the communion of the body of Christ?
θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ κεφαλὴ δὲ Χριστοῦ ὁ θεός
But I would have you know, that the head of every man is Christ; and the head of the woman is the man; and the head of Christ is God.
Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου ὃ καὶ παρέδωκα ὑμῖν ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο ἔλαβεν ἄρτον
For I have received of the Lord that which also I delivered unto you, That the Lord Jesus the same night in which he was betrayed took bread:
διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ
Wherefore I give you to understand, that no man speaking by the Spirit of God calleth Jesus accursed: and that no man can say that Jesus is the Lord, but by the Holy Ghost.
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ἔχει πολλὰ πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός πολλὰ ὄντα ἕν ἐστιν σῶμα οὕτως καὶ ὁ Χριστός·
For as the body is one, and hath many members, and all the members of that one body, being many, are one body: so also is Christ.
Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους
Now ye are the body of Christ, and members in particular.
παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς
For I delivered unto you first of all that which I also received, how that Christ died for our sins to according the scriptures;
Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσίν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν
Now if Christ be preached that he rose from the dead, how say some among you that there is no resurrection of the dead?
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ Χριστὸς ἐγήγερται·
But if there be no resurrection of the dead, then not is Christ risen:
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν·
And if Christ be not risen, then is our preaching vain, and your faith is also vain.
εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται
Yea, and we are found false witnesses of God; because we have testified of God that he raised up Christ: whom he raised up, not if so be that the dead rise not.
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστὸς ἐγήγερται·
For if the dead rise not, then is not Christ raised:
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν
And if Christ be not raised, your faith is vain; ye are yet in your sins.
ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο
Then they also which are fallen asleep in Christ are perished.
εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν
If in this life only we have hope in Christ, we are of all men most miserable.
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο
But now is Christ risen from the dead, and become the firstfruits of them that slept.
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται
For as in Adam all die, even so in Christ shall all be made alive.
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
But every man in his own order: Christ the firstfruits; afterward they that are Christ's at his coming.
καθ' ἡμέραν ἀποθνῄσκω νὴ τὴν ἡμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
I protest by your rejoicing which I have in Christ Jesus our Lord, I die daily.
τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
But thanks be to God, which giveth us the victory through our Lord Jesus Christ.
εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν Χριστόν ἤτω ἀνάθεμα Μαρὰν ἀθά
If any man love not the Lord Jesus Christ, let him be Anathema Maranatha.
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφός τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
Paul, an apostle of Jesus Christ by the will of God, and Timothy our brother, unto the church of God which is at Corinth, with all the saints which are in all Achaia:
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
Grace be to you and peace from God our Father, and from the Lord Jesus Christ.
Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως
Blessed be God, even the Father of our Lord Jesus Christ, the Father of mercies, and the God of all comfort;
ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς οὕτως διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν
For as the sufferings of Christ abound in us, so our consolation also aboundeth by Christ.
καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ
As also ye have acknowledged us in part, that we are your rejoicing, even as ye also are ours in the day of the Lord Jesus.
ὁ γὰρ τοῦ θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθείς δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου οὐκ ἐγένετο Ναὶ καὶ Οὔ ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν
For the Son of God, Jesus Christ, who was preached among you by us, even by me and Silvanus and Timotheus, was not yea and nay, but in him was yea.
ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός
Now he which stablisheth us with you in Christ, and hath anointed us, is God;
ᾧ δέ τι χαρίζεσθε καὶ ἐγὼ καὶ γὰρ ἐγώ· εἴ τι κεχάρισμαι ᾧ κεχάρισμαι δι' ὑμᾶς ἐν προσώπῳ Χριστοῦ
To whom ye forgive any thing, I forgive also: for if I forgave any thing, to whom I forgave it, for your sakes forgave I it in the person of Christ;
Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ
Furthermore, when I came to Troas to preach Christ's gospel, and a door was opened unto me of the Lord,
Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ·
Now thanks be unto God, which always causeth to triumph us in Christ, and maketh manifest the savour of his knowledge by us in every place.
ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις
For we are unto God a sweet savour of Christ, in them that are saved, and in them that perish:
οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ ἀλλ' ὡς ἐξ εἰλικρινείας ἀλλ' ὡς ἐκ θεοῦ κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν
For we are not as many, which corrupt the word of God: but as of sincerity, but as of God, in the sight of we God speak in Christ.
φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ' ἡμῶν ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίας σαρκίναις
Forasmuch as ye are manifestly declared to be the epistle of Christ ministered by us, written not with ink, but with the Spirit of the living God; not in tables of stone, but in fleshy tables of the heart.
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν
And such trust have we through Christ to God-ward:
ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον ὅ τι ἐν Χριστῷ καταργεῖται·
But their minds were blinded: for until this day remaineth the same veil untaken away in the reading of the old testament; which vail is done away in Christ.
ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ
In whom the god of this world hath blinded the minds of them which believe not, lest the light of the glorious gospel of Christ, who is the image of God, should shine unto them.
οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν
For we preach not ourselves, but Christ Jesus the Lord; and ourselves your servants for Jesus' sake.
ὅτι ὁ θεὸς ὁ εἰπών Ἐκ σκότους φῶς λάμψαι ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ
For God, who commanded the light to shine out of darkness, hath shined in our hearts, to give the light of the knowledge of the glory of God in the face of Jesus Christ.
πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ
Always bearing about in the body the dying of the Lord Jesus, that the life also of Jesus might be made manifest in our body.
ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν
For we which live are alway delivered unto death for Jesus' sake, that the life also of Jesus might be made manifest in our mortal flesh.
εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν
Knowing that he which raised up the Lord Jesus shall raise up us also by Jesus, and shall present us with you.
τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε κακόν
For we must all appear before the judgment seat of Christ; that every one may receive the things done in his body, according to that he hath done, whether it be good or bad.
ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν ἄρα οἱ πάντες ἀπέθανον·
For the love of Christ constraineth us; because we thus judge, that if one died for all, then were all dead:
Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν ἀλλὰ νῦν οὐκέτι γινώσκομεν
Wherefore henceforth know we no man after the flesh: yea, though we have known Christ after the flesh, yet now henceforth know we him no more.
ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν ἰδού γέγονεν καινά· τὰ πάντα
Therefore if any man be in Christ, he is a new creature: old things are passed away; behold, all things are become new.
τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς
And all things are of God, who hath reconciled us to himself by Jesus Christ, and hath given to us the ministry of reconciliation;
ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς
To wit, that God was in Christ, reconciling the world unto himself, not imputing their trespasses unto them; and hath committed unto us the word of reconciliation.
ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ καταλλάγητε τῷ θεῷ
Now then we are ambassadors for Christ, as though God did beseech you by us: we pray you in Christ's stead, be ye reconciled to God.
τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελιάρ ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου
And what concord hath Christ with Belial? or what part hath he that believeth with an infidel?
γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι δι' ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε
For ye know the grace of our Lord Jesus Christ, that, though he was rich, yet for your sakes he became poor, that ye through his poverty might be rich.
εἴτε ὑπὲρ Τίτου κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν ἀπόστολοι ἐκκλησιῶν δόξα Χριστοῦ
Whether any do inquire of Titus, he is my partner and fellowhelper concerning you: or our brethren be inquired of, they are the messengers of the churches, and the glory of Christ.
διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας
Whiles by the experiment of this ministration they glorify God for your professed subjection unto the gospel of Christ, and for your liberal distribution unto them, and unto all men;
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς·
Now I Paul myself beseech you by the meekness and gentleness of Christ, who in presence am base among you, but being absent am bold toward you:
λογισμούς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ
Casting down imaginations, and every high thing that exalteth itself against the knowledge of God, and bringing into captivity every thought to the obedience of Christ;
Τὰ κατὰ πρόσωπον βλέπετε εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ οὕτως καὶ ἡμεῖς Χριστοῦ
Do ye look on things after the outward appearance? If any man trust to himself that he is Christ's, let him of himself think this again, that, as he is Christ's, even so are we Christ's.
οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ
For we stretch not ourselves beyond our measure, as though we reached not unto you: for we are come as far as to you also in preaching the gospel of Christ:
ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
For I am jealous over you with godly jealousy: for I have espoused you to one husband, that I may present you as a chaste virgin to Christ.
φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις Εὕαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν
But I fear, lest by any means, as the serpent beguiled Eve through his subtilty, so your minds should be corrupted from the simplicity that is in Christ.
εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε καλῶς ἠνείχεσθε
For if he that cometh preacheth another Jesus, whom we have not preached, or if ye receive another spirit, which ye have not received, or another gospel, which ye have not accepted, ye might well with bear him.
ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ σφραγίσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας
As the truth shall of Christ is in me, no man stop me of this boasting in the regions of Achaia.
οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ
For such are false apostles, deceitful workers, transforming themselves into the apostles of Christ.
διάκονοι Χριστοῦ εἰσιν παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως ἐν πληγαῖς ὑπερβαλλόντως ἐν φυλακαῖς περισσοτέρως ἐν θανάτοις πολλάκις
Are they ministers of Christ? (I speak as a fool) I am more; in labours more abundant, in stripes above measure, in prisons more frequent, in deaths oft.
ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας ὅτι οὐ ψεύδομαι
The God and Father of our Lord Jesus Christ, which is blessed for evermore, knoweth that I lie not.
οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα ὁ θεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ
I knew a man in Christ above fourteen years ago, (whether in the body, I cannot tell; or whether out of the body, I cannot tell: God knoweth;) such an one caught up to the third heaven.
καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου· ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ
And he said unto me, My grace is sufficient for thee: for my strength is made perfect in weakness. Most gladly therefore will I rather glory in my infirmities, that the power of may Christ rest upon me.
διὸ εὐδοκῶ ἐν ἀσθενείαις ἐν ὕβρεσιν ἐν ἀνάγκαις ἐν διωγμοῖς ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ τότε δυνατός εἰμι
Therefore I take pleasure in infirmities, in reproaches, in necessities, in persecutions, in distresses for Christ's sake: for when I am weak, then am I strong.
Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα κατένωπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα ἀγαπητοί ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς
Again, think ye that we excuse ourselves unto you? we speak before God in Christ: but we do all things, dearly beloved, for your edifying.