Every verse with Work
Verses 401–500 of 529 (page 5 of 6)
εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου
If I had not done among them the works which none other man did, they had had not sin: but now have they both seen and hated both me and my Father.
ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον ετελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω·
I have glorified thee on the earth: I have finished the work which thou gavest me to do.
καὶ τὰ νῦν λέγω ὑμῖν ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο καταλυθήσεται
And now I say unto you, Refrain from these men, and let alone: them for if this counsel or this work be of men, it will come to nought:
καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις
And Moses was learned in all the wisdom of the Egyptians, and was mighty in words and in deeds.
καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν
And they made a calf in those days, and offered sacrifice unto the idol, and rejoiced in the works of their own hands.
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει
Now there was at Joppa a certain disciple named Tabitha, which by interpretation is called Dorcas: this woman was full of good works and almsdeeds which she did.
λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον Ἀφορίσατε δή μοι τὸν τε Βαρναβᾶν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς
As they ministered to the Lord, and fasted, the Holy Ghost said, Separate me Barnabas and Saul for the work whereunto I have called them.
Ἴδετε οἱ καταφρονηταί καὶ θαυμάσατε καὶ ἀφανίσθητε ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὣ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν
Behold, ye despisers, and wonder, and perish: for I work a work in your days, a work which ye shall in no wise believe, though a man declare it unto you.
κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν
And thence sailed to Antioch, from whence they had been recommended to the grace of God for the work which they fulfilled.
γνωστὰ ἀπ' αἰῶνος ἐστίν τῷ Θεῷ πάντα τὰ ἔργα αὑτοῦ
Known unto God are all his works from the beginning of the world.
Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαβεῖν τοῦτον
But Paul thought not good to take him with them, who departed from them from Pamphylia, and went not with them to the work.
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν καὶ Ἱεροσολύμοις εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλων μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας
But shewed first unto them of Damascus, and at Jerusalem, and throughout all the coasts of Judaea, and then to the Gentiles, that they should repent and turn to God, and do works meet for repentance.
τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον
To them who by patient continuance in well doing seek for glory and honour and immortality, eternal life:
οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων
Which shew the work of the law written in their hearts, their conscience also bearing witness, and their thoughts the mean while accusing or else excusing one another;)
διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας
Therefore by the deeds of the law there shall no be flesh justified in his sight: for by the law is the knowledge of sin.
Ποῦ οὖν ἡ καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου τῶν ἔργων οὐχί ἀλλὰ διὰ νόμου πίστεως
Where is boasting then? It is excluded. By what law? of works? Nay: but by the law of faith.
λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου
Therefore we conclude that a man is justified by faith without the deeds of the law.
εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἀλλ' οὐ πρὸς τὸν θεόν
For if Abraham were justified by works, he hath whereof to glory; but not before God.
καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων
Even as David also describeth the blessedness of the man, unto whom God imputeth righteousness without works,
μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν ἵνα ἡ κατ' ἐκλογὴν τοῦ θεοῦ πρόθεσις μένῃ οὐκ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος
(For the children being not yet born, neither having done any good or evil, that the purpose of to God according election might stand, not of works, but of him that calleth;)
διατί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ' ὡς ἐξ ἔργων νόμου· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος
Wherefore? Because they sought it not by faith, but as it were by the works of the law. For they stumbled at that stumblingstone;
εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις εἰ δὲ ἐξ ἔργων· οὐκέτι ἐστὶν χάρις ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστίν ἔργον
And if by grace, then is it no more of works: otherwise grace is no more grace. But if it be of works, then is it no more grace: otherwise work is no more work.
οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῶν ἀγαθῶν ἔργων ἀλλὰ τῶν κακῶν θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
For rulers are not a terror to good works, but to the evil. Wilt thou then not be afraid of the power? do that which is good, and thou shalt have praise of the same:
ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καί ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός
The night is far spent, the day is at hand: let us therefore cast off the works of darkness, and let us put on the armour of light.
μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ πάντα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι
For meat destroy not the work of God. All things indeed are pure; but it is evil for that man who eateth with offence.
οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ
For I will not dare to speak of any of those things which Christ hath not wrought by me, to make the Gentiles obedient, by word and deed,
ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ δοκιμάσει
Every man's work shall be made manifest: for the day shall declare it, because it shall be revealed by fire; and the fire shall try every man's work of what sort it is.
εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπωκοδόμησεν μισθὸν λήψεται
If any man's work abide which he hath built thereupon, he shall receive a reward.
εἴ τινος τὸ ἔργον κατακαήσεται ζημιωθήσεται αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός
If any man's work shall be burned, he shall suffer loss: but he himself shall be saved; yet so as by fire.
καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας
And ye are puffed up, and have not rather mourned, that he that hath done this deed might be taken away from among you.
Οὐκ εἰμὶ ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος οὐχὶ Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἑώρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ
Am I not an apostle? am I not free? have I not seen Jesus Christ our Lord? are not ye my work in the Lord?
Ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραῖοι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ
Therefore, my beloved brethren, be ye stedfast, unmoveable, always abounding in the work of the Lord, forasmuch as ye know that your labour is not in vain in the Lord.
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ
Now if Timotheus come, see that he may be with you without fear: for he worketh the work of the Lord, as I also do.
δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν
And God is able to make all grace abound toward you; that ye, always having all sufficiency in all things, may abound to every good work:
τοῦτο λογιζέσθω ὁ τοιοῦτος ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι' ἐπιστολῶν ἀπόντες τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ
Let such an one think this, that, such as we are in word by letters when we are absent, such will we be also in deed when we are present.
οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν
Therefore it is no great thing if his ministers also be transformed as the ministers of righteousness; whose end shall be according to their works.
εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ
Knowing that a man is not justified by the works of the law, but by the faith of Jesus Christ, even we have believed in Jesus Christ, that we might be justified by the faith of Christ, and not by the works of the law: for by the works of the law shall no be flesh justified.
τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως
This only would I learn of you, Received ye the Spirit by the works of the law, or by the hearing of faith?
ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως
He therefore that ministereth to you the Spirit, and worketh miracles among you, doeth he it by the works of the law, or by the hearing of faith?
ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά
For as many as are of the works of the law are under the curse: for it is written, Cursed is every one that continueth not in all things which are written in the book of the to law do them.
φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν μοιχεία πορνεία ἀκαθαρσία ἀσέλγεια
Now the works of the flesh are manifest, which are these; Adultery, fornication, uncleanness, lasciviousness,
τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον·
But let every man prove his own work, and then shall he have rejoicing in himself alone, and not in another.
αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν
For we are his workmanship, created in Christ Jesus unto good works, which God hath before ordained that we should walk in them.
πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ
For the perfecting of the saints, for the work of the ministry, for the edifying of the body of Christ:
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε
And have no fellowship with the unfruitful works of darkness, but rather reprove them.
πεποιθὼς αὐτὸ τοῦτο ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ· Χριστοῦ
Being confident of this very thing, that he which hath begun a good work in you will perform it until the day of Jesus Christ:
εἰ δὲ τὸ ζῆν ἐν σαρκί τοῦτό μοι καρπὸς ἔργου καὶ τί αἱρήσομαι οὐ γνωρίζω
But if I live in the flesh, this is the fruit of my labour: yet what I shall choose I wot not.
ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισεν παραβουλευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας
Because for the work of Christ he was nigh unto death, not regarding his life, to supply your lack of service toward me.
περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπιγνώσιν τοῦ θεοῦ
That ye might walk worthy of the Lord unto all pleasing, being fruitful in every good work, and increasing in the knowledge of God;
Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς νυνί δέ ἀποκατήλλαξεν
And you, that were sometime alienated and enemies in your mind by wicked works, yet now hath he reconciled
καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ δι' αὐτοῦ
And whatsoever ye do in word or deed, do all in the name of the Lord Jesus, giving thanks to God and the Father by him.
ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν
Remembering without ceasing your work of faith, and labour of love, and patience of hope in our Lord Jesus Christ, in the sight of God and our Father;
καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν εἰρηνεύετε ἐν ἑαυτοῖς
And to esteem them very highly in love for sake. their work's And be at peace among yourselves.
εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει
Wherefore also we pray always for you, that our God would count worthy you of this calling, and fulfil all the good pleasure of his goodness, and the work of faith with power:
παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ
Comfort your hearts, and stablish you in every good word and work.
ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν
But (which becometh women professing godliness) with good works.
πιστὸς ὁ λόγος Εἴ τις ἐπισκοπῆς ὀρέγεται καλοῦ ἔργου ἐπιθυμεῖ
This is a true saying, If a man desire the office of a bishop, he desireth a good work.
ἐν ἔργοις καλοῖς μαρτυρουμένη εἰ ἐτεκνοτρόφησεν εἰ ἐξενοδόχησεν εἰ ἁγίων πόδας ἔνιψεν εἰ θλιβομένοις ἐπήρκεσεν εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν
Well reported of for good works; if she have brought up children, if she have lodged strangers, if she have washed the saints' feet, if she have relieved the afflicted, if she have diligently followed every good work.
ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλα ἐστίν καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται
Likewise also the good works of some are manifest beforehand; and they that are otherwise cannot be hid.
ἀγαθοεργεῖν πλουτεῖν ἐν ἔργοις καλοῖς εὐμεταδότους εἶναι κοινωνικούς
That they do good, that they be rich in good works, ready to distribute, willing to communicate;
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων
Who hath saved us, and called us with an holy calling, not according to our works, but according to his own purpose and grace, which was given us in Christ Jesus before the world began,
ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων ἔσται σκεῦος εἰς τιμήν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
If a man therefore purge himself from these, he shall be a vessel unto honour, sanctified, and meet for use, the master's and prepared unto every good work.
ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος
That the man of may God be perfect, throughly furnished unto all good works.
σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν διακονίαν σου πληροφόρησον
But watch thou in all things, endure afflictions, do the work of an evangelist, make full proof of thy ministry.
Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
Alexander the coppersmith did me much evil: the Lord reward him according to his works:
καὶ ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
And the Lord shall deliver me from every evil work, and will preserve me unto his heavenly kingdom: to whom be glory for ever and ever. Amen.
θεὸν ὁμολογοῦσιν εἰδέναι τοῖς δὲ ἔργοις ἀρνοῦνται βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι
They profess that they know God; but in works they deny him, being abominable, and disobedient, and unto every good work reprobate.
περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων ἐν τῇ διδασκαλίᾳ ἀδιἀφθορίαν σεμνότητα ἀφθαρσιαν
In all things shewing thyself a pattern of good works: in doctrine shewing uncorruptness, gravity, sincerity,
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων
Who gave himself for us, that he might redeem us from all iniquity, and purify unto himself a peculiar people, zealous of good works.
Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι
Put them in mind to be subject to principalities and powers, to obey magistrates, to be ready to every good work,
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου
Not by works of righteousness which we have done, but according to his mercy he saved us, by the washing of regeneration, and renewing of the Holy Ghost;
Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ θεῷ· ταῦτά ἐστιν τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις
This is a faithful saying, and these things I will that thou affirm constantly, that they which have believed in God might be careful to maintain good works. These things are good and profitable unto men.
μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας ἵνα μὴ ὦσιν ἄκαρποι
And let ours also learn to maintain good works for necessary uses, that they be not unfruitful.
καί Σὺ κατ' ἀρχάς κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
And, Thou, Lord, in the beginning hast laid the foundation of the earth; and the heavens are the works of thine hands:
ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου·
Thou madest lower him a little than the angels; thou crownedst him with glory and honour, and didst set him over the works of thy hands:
οὗ ἐπείρασαν με οἱ πατέρες ὑμῶν ἐδοκιμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη·
When your fathers tempted me, proved me, and saw my works forty years.
εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες καθὼς εἴρηκεν Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων
For we do which have believed enter into rest, as he said, As I have sworn in my wrath, if they shall enter into my rest: although the works were finished from the foundation of the world.
εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ
For he spake in a certain place of the seventh day on this wise, And God did rest the seventh day from all his works.
ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός
For he that is entered into his rest, he also hath ceased from his own works, as God did from his.
Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ θεόν
Therefore leaving the principles of the doctrine of Christ, let us go on unto perfection; not laying again the foundation of repentance from dead works, and of faith toward God,
οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης ἡς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες
For God is not unrighteous to forget your work and labour of love, which ye have shewed toward his name, in that ye have ministered to the saints, and do minister.
πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι
How much more shall the blood of Christ, who through the eternal Spirit offered himself without spot to God, purge your conscience from dead works to serve the living God?
καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων
And let us consider one another to provoke unto love and to good works:
καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Make you perfect in every good work to do his will, working in you that which is wellpleasing in his sight, through Jesus Christ; to whom be glory for ever and ever. Amen.
ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι
But let patience have her perfect work, that ye may be perfect and entire, wanting nothing.
ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται
But whoso looketh into the perfect law of liberty, and continueth therein, he being not a forgetful hearer, but a doer of the work, this man shall be blessed in his deed.
Τί τὸ ὄφελος ἀδελφοί μου ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν
What doth it profit, my brethren, though a man say he hath faith, and have not works? can faith save him?
οὕτως καὶ ἡ πίστις ἐὰν μὴ ἔργα ἔχῃ νεκρά ἐστιν καθ' ἑαυτήν
Even so faith, if it hath not works, is dead, being alone.
Ἀλλ ἐρεῖ τις Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων σου κἀγώ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου
Yea, a man may say, Thou hast faith, and I have works: shew me thy faith without thy works, and I will shew thee my faith by my works.
θέλεις δὲ γνῶναι ὦ ἄνθρωπε κενέ ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν
But wilt thou know, O vain man, that faith without works is dead?
Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον
Was not Abraham our father justified by works, when he had offered Isaac his son upon the altar?
βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη
Seest thou how faith wrought with his works, and by works was made faith perfect?
ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον
Ye see then how that by works a man is justified, and not by faith only.
ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα
Likewise also was not Rahab the harlot justified by works, when she had received the messengers, and had sent out them another way?
ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν
For as the body without the spirit is dead, so faith without works is dead also.
Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας
Who is a wise man and endued with knowledge among you? let him shew out of a good conversation his works with meekness of wisdom.
Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε
And if ye call on the Father, who without respect of persons judgeth according to every man's work, pass the time of your sojourning here in fear:
τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσιν τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς
Having your conversation honest among the Gentiles: that, whereas they speak against you as evildoers, they may by your good works, which they shall behold, glorify God in the day of visitation.