Every verse with None
Verses 101–200 of 224 (page 2 of 3)
Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ
These words spake Jesus in the treasury, as he taught in the temple: and no man laid hands on him; for his hour was not yet come.
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ μου ταῦτα λαλῶ
Then said Jesus unto them, When ye have lifted up the Son of man, then shall ye know that I am he, and that I do nothing of myself; but as my Father hath taught me, I speak these things.
ἀπεκρίθησαν αὐτῷ Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε
They answered him, We be Abraham's seed, and were never in bondage to any man: how sayest thou, Ye shall be made free?
ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ὑμῶν ἐστιν
Jesus answered, If I honour myself, my honour is nothing: it is my Father that honoureth me; of whom ye say, that he is your God:
ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι
I must work the works of him that sent me, while it is day: the night cometh, when no man can work.
εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν
If this man were not of God, he could do nothing.
οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ ἐξουσίαν ἔχω θεῖναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου
No man taketh it from me, but I lay down it of myself. I have power to lay down, it and I have power to take it again. This commandment have I received of my Father.
ὁ πατήρ μου ὃς δέδωκέν μοι μεῖζών πάντων ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου
My Father, which gave them me, is greater than all; and no man is able to pluck them out of my Father's hand.
καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν
And many resorted unto him, and said, John did no miracle: but all things that John spake of this man were true.
εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου εἶπεν αὐτοῖς Ὑμεῖς οὐκ οἴδατε οὐδέν
And one of them, named Caiaphas, being the high priest that same year, said unto them, Ye know nothing at all,
οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν
The Pharisees therefore said among themselves, Perceive ye how ye prevail nothing? behold, the world is gone after him.
τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
Now no man at the table knew for what intent he spake this unto him.
λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ
Jesus saith unto him, I am the way, the truth, and the life: no man cometh unto the Father, but by me.
οὐκ ἔτι πολλὰ λαλήσω μεθ' ὑμῶν ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν
Hereafter I will not talk much with you: for the prince of this world cometh, and hath nothing in me.
ἐγώ εἰμι ἡ ἄμπελος ὑμεῖς τὰ κλήματα ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν
I am the vine, ye are the branches: He that abideth in me, and I in him, the same bringeth forth much fruit: for without me ye can do nothing.
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ
Greater love hath no man than this, that a man lay down his life for his friends.
εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου
If I had not done among them the works which none other man did, they had had not sin: but now have they both seen and hated both me and my Father.
νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις
But now I go my way to him that sent me; and none of you asketh me, Whither goest thou?
καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν
And ye now therefore have sorrow: but I will see you again, and your heart shall rejoice, and your joy no man taketh from you.
καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἄν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν
And in that day ye shall ask me nothing. Verily, verily, I say unto you, Whatsoever ye shall ask the Father in my name, he will give it you.
ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη
Hitherto have ye asked nothing in my name: ask, and ye shall receive, that your joy may be full.
Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις
His disciples said unto him, Lo, now speakest thou plainly, and speakest no proverb.
ὅτε ἤμην μετ' αὐτῶν ἐν τῷ κόσμῳ ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι ἐφύλαξα καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας ἵνα ἡ γραφὴ πληρωθῇ
While I was with them in the world, I kept them in thy name: those that thou gavest me I have kept, and none of them is lost, but the son of perdition; that the scripture might be fulfilled.
ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα
That the saying might be fulfilled, which he spake, Of them which thou gavest me have I lost none.
ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ ἐγὼ πάντοτε ἐδίδαξα ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ ἱερῷ ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται καὶ ἐν κρυπτῷ ελάλησα οὐδέν
Jesus answered him, I spake openly to the world; I ever taught in the synagogue, and in the temple, whither the Jews always resort; and in secret have I said nothing.
εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
Then said Pilate unto them, Take ye him, and judge him according to your law. The Jews therefore said unto him, It is not lawful for us to put any man to death:
λέγει αὐτῷ ὁ Πιλᾶτος Τί ἐστιν ἀλήθεια Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ
Pilate saith unto him, What is truth? And when he had said this, he went out again unto the Jews, and saith unto them, I find in him no fault at all.
ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλᾶτος Καὶ λέγει αὐτοῖς Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω
Pilate therefore went forth again, and saith unto them, Behold, I bring him forth to you, that ye may know that I find no fault in him.
ἀπεκρίθη ὁ Ἰησοῦς Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει
Jesus answered, Thou couldest have no power at all against me, except it were given thee from above: therefore he that delivered me unto thee hath the greater sin.
ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη
Now in the place where he was crucified there was a garden; and in the garden a new sepulchre, wherein was never man yet laid.
λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθὺς καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν
Simon Peter saith unto them, I go a fishing. They say unto him, We also go with thee. They went forth, and entered into a ship immediately; and that night they caught nothing.
λέγει αὐτοῖς ὁ Ἰησοῦς Δεῦτε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ εἰδότες ὅτι ὁ κύριός ἐστιν
Jesus saith unto them, Come and dine. And none of the disciples durst ask him, Who art thou? knowing that it was the Lord.
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία οὔτε γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς
Neither there is salvation in any other: for there is none other name under heaven given among men, whereby we must be saved.
τόν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν
And beholding the man which was healed standing with them, they could say against it. nothing
τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
And of the rest durst no man join himself to them: but the people magnified them.
λέγοντες ὅτι Τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἔξω ἑστῶτας πρὸ τῶν θυρῶν ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν
Saying, The prison truly found we shut with all safety, and the keepers standing without before the doors: but when we had opened, we found no man within.
πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτόν ᾧ προσεκολλήθη ἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν
For before these days rose up Theudas, boasting himself to be somebody; to whom a number of men, about four hundred, joined themselves: who was slain; and all, as many as obeyed him, were scattered, and brought to nought.
οὔπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ
(For as yet he was fallen upon none of them: only they were baptized in the name of the Lord Jesus.)
ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν
And Saul arose from the earth; and when his eyes were opened, he saw no man: but they led by the hand, him and brought him into Damascus.
καὶ οὐδέν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν
And put no difference between us and them, purifying their hearts by faith.
Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον
(For all the Athenians and strangers which were there spent their time in nothing else, but either to tell, or to hear some new thing.)
διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ
For I am with thee, and no man shall set on thee to hurt thee: for I have much people in this city.
ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν
Then all the Greeks took Sosthenes, the chief ruler of the synagogue, and beat him before the judgment seat. And Gallio cared for none of those things.
οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐδὲν λογισθῆναι μέλλειν δὲ καὶ καθαιρεῖσθαι τήν μεγαλειότητα αὐτῆς ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται
So that not only this our craft is in danger to be set at nought; but also that the temple of the great goddess Diana should be despised, and her magnificence should be destroyed, whom all Asia and the world worshippeth.
ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ' οἴκους
And how I kept back nothing that was profitable unto you, but have shewed you, and have taught you publickly, and from house to house,
ἀλλ' οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχὴν μου τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ
But none of these things move me, neither count I my life dear unto myself, so that I might finish my course with joy, and the ministry, which I have received of the Lord Jesus, to testify the gospel of the grace of God.
ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
I have coveted no man's silver, or gold, or apparel.
τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ' αὐτοῖς ἵνα ξυρήσωνται τὴν κεφαλήν καὶ γνῶσιν πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων
Them take, and purify thyself with them, and be at charges with them, that they may shave their heads: and all may know that those things, whereof they were informed concerning thee, are nothing; but that thou thyself also walkest orderly, and keepest the law.
ἐγένετο δὲ κραυγὴ μεγάλη καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος μὴ θεομαχωμεν
And there arose a great cry: and the scribes that were of the Pharisees' part arose, and strove, saying, We find no evil in this man: but if a spirit or an angel hath spoken to him, let us not fight against God.
εἶπεν δὲ ὁ Παῦλος Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι οὗ με δεῖ κρίνεσθαι Ἰουδαίους οὐδὲν ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις
Then said Paul, I stand at Caesar's judgment seat, where I ought to be judged: to the Jews have I done no wrong, as thou very well knowest.
εἰ μὲν γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι
For if I be an offender, or have committed any thing worthy of death, I refuse not to die: but if there be none of these things whereof these accuse me, no man may deliver me unto them. I appeal unto Caesar.
περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγὼ
Against whom when the accusers stood up, they brought none accusation of such things as I supposed:
ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρούμενος μικρῷ τε καὶ μεγάλῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωσῆς
Having therefore obtained help of God, I continue unto this day, witnessing both to small and great, saying none other things than those which the prophets and Moses did say should come:
ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς πρὸς ὃν καὶ παῤῥησιαζόμενος λαλῶ λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐδέν οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο
For the king knoweth of these things, before whom also I speak freely: for I am persuaded that none of these things are hidden from him; for this thing was not done in a corner.
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος
And when they were gone aside, they talked between themselves, saying, This man doeth nothing worthy of death or of bonds.
καὶ τανῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου
And now I exhort you to be of good cheer: for of there shall be no loss any man's life among you, but of the ship.
διὸ παρακαλῶ ὑμᾶς προσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται
Wherefore I pray you to take some meat: for this is there shall for your health: for not an hair of of fall from the head any you.
ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν
And he shook off the beast into the fire, and felt no harm.
Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς ἄνδρες ἀδελφοί Ἐγώ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσιν τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων
And it came to pass, that after three days Paul called together: the chief of the Jews and when they were come together, he said unto them, Men and brethren, though I have committed nothing against the people, or customs of our fathers, yet was I delivered prisoner from Jerusalem into the hands of the Romans.
Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ· μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα
There is therefore now no condemnation to them which are in Christ Jesus, who walk not after the flesh, but after the Spirit.
οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·
For none of us liveth to himself, and no man dieth to himself.
οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν
I know, and am persuaded by the Lord Jesus, that there is nothing unclean of itself: but to him that esteemeth any thing to be unclean, to him it is unclean.
εὐχαριστῶ τῷ θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον
I thank God that I baptized none of you, but Crispus and Gaius;
ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν
Which none of the princes of this world knew: for had they known it, they would not have crucified the Lord of glory.
τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ
For what man knoweth the things of a man, save the spirit of man which is in him? even so the things of God knoweth no man, but the Spirit of God.
ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται
But he that is spiritual judgeth all things, yet he himself is judged of no man.
θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός
For other foundation can no man lay than that is laid, which is Jesus Christ.
οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν
For I know nothing by myself; yet am I not hereby justified: but he that judgeth me is the Lord.
ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολῶν θεοῦ
Circumcision is nothing, and uncircumcision is nothing, but the keeping of the commandments of God.
εἰ δέ τις δοκεῖ εἰδέναι τι οὐδέπω οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι·
And if any man think that he knoweth any thing, he knoweth nothing yet as he ought to know.
Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς θεὸς ἕτερος εἰ μὴ εἷς
As concerning therefore the eating of those things that are offered in sacrifice unto idols, we know that an idol is nothing in the world, and that there is none other God but one.
ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ τὸ καύχημά μου ἵνα τις κενώσῃ
But I have used none of these things: neither have I written these things, that it should be done so unto me: for it were better for me to die, than that any man should make void. my glorying
διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ
Wherefore I give you to understand, that no man speaking by the Spirit of God calleth Jesus accursed: and that no man can say that Jesus is the Lord, but by the Holy Ghost.
καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν ἀγάπην δὲ μὴ ἔχω οὐθέν εἰμι
And though I have the gift of prophecy, and understand all mysteries, and all knowledge; and though I have all faith, so that I could remove mountains, and have not charity, I am nothing.
καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελοῦμαι
And though I bestow to feed all my goods the poor, and though I give my body to be burned, and have not charity, it profiteth me nothing.
ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ τῶ θεῷ· οὐδεὶς γὰρ ἀκούει πνεύματι δὲ λαλεῖ μυστήρια·
For he that speaketh in an unknown tongue speaketh not unto men, but unto God: for no man understandeth him; howbeit in the spirit he speaketh mysteries.
τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν ἐν κόσμῳ καὶ οὐδὲν αὐτῶν ἄφωνον·
There are, it may be, so many kinds of voices in the world, and none of them is without signification.
Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν ἀλλὰ νῦν οὐκέτι γινώσκομεν
Wherefore henceforth know we no man after the flesh: yea, though we have known Christ after the flesh, yet now henceforth know we him no more.
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν οὐδένα ἐφθείραμεν οὐδένα ἐπλεονεκτήσαμεν
Receive us; we have wronged no man, we have corrupted no man, we have defrauded no man.
Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν ἀλλ' ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι ἔσωθεν φόβοι
For, when we were come into Macedonia, our flesh had no rest, but we were troubled on every side; without were fightings, within were fears.
καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω
And when I was present with you, and wanted, I was chargeable to no man: for that which was lacking to me the brethren which came from Macedonia supplied: and in all things I have kept myself from being burdensome unto you, and so will I keep myself.
Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερ λίαν ἀποστόλων εἰ καὶ οὐδέν εἰμι
I am become a fool in glorying; ye have compelled me: for I ought to have been commended of you: for in nothing am I behind the very chiefest apostles, though I be nothing.
ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον θεὸς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο
But of these who seemed to be somewhat, (whatsoever they were, it maketh matter no to me: God accepteth no man's person:) for they who seemed to be somewhat in conference added nothing to me:
ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται·
But that no man is justified by the law in the sight of God, it is evident: for, The just shall live by faith.
Ἀδελφοί κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται
Brethren, I speak after the manner of men; Though but it be a man's covenant, yet if it be confirmed, no man disannulleth, or addeth thereto.
Λέγω δέ ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν
Now I say, That the heir, as long as he is a child, differeth from nothing a servant, though he be lord of all;
Γίνεσθε ὡς ἐγώ ὅτι κἀγὼ ὡς ὑμεῖς ἀδελφοί δέομαι ὑμῶν οὐδέν με ἠδικήσατε·
Brethren, I beseech you, be as I am; for I am as ye are: ye have not at all. injured me
Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει
Behold, I Paul say unto you, that if ye be circumcised, Christ shall profit you nothing.
ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἂν ᾖ
I have confidence in you through the Lord, that ye will be none otherwise minded: but he that troubleth you shall bear his judgment, whosoever he be.
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν
For no man ever yet hated his own flesh; but nourisheth and cherisheth it, even as the Lord the church:
κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου
According to my earnest expectation and my hope, that in nothing I shall be ashamed, but that with all boldness, as always, so now also Christ shall be magnified in my body, whether it be by life, or by death.
οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
For I have no man likeminded, who will naturally for care your state.
Οἴδατε δὲ καὶ ὑμεῖς Φιλιππήσιοι ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως εἰ μὴ ὑμεῖς μόνοι
Now ye Philippians know also, that in the beginning of the gospel, when I departed from Macedonia, no church communicated with me as concerning giving and receiving, but ye only.
ὅτι πᾶν κτίσμα θεοῦ καλόν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·
For every creature of God is good, and nothing to be refused, if it be received with thanksgiving:
οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
For we brought nothing into this world, and it is certain we can carry out. nothing
ὁ μόνος ἔχων ἀθανασίαν φῶς οἰκῶν ἀπρόσιτον ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον ἀμήν
Who only hath immortality, dwelling in the light which no man can approach unto; whom no man hath seen, nor can see: to whom be honour and power everlasting. Amen.
οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ
No man that warreth entangleth himself with the of affairs this life; that he may please him who hath chosen him to be a soldier.
Ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίοῦ μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων
Of these things put in remembrance, them charging them before the Lord that they strive about words not to no profit, but to the subverting of the hearers.
Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη·
At my first answer no man stood with me, but all men forsook me: I pray God that it may not be laid to their charge.